Atos 13

GRC_TCG

1 Ἦσαν δέτινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁκαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦτετράρχου σύντροφος, καὶ Σαῦλος.

2 Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, Ἀφορίσατε δή μοι τὸνΒαρνάβαν καὶτὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.

3 Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντεςτὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.

4 Οὗτοι μὲνοὖν, ἐκπεμφθέντες ὑπὸ τοῦΠνεύματος τοῦ Ἁγίου, κατῆλθον εἰςτὴνΣελεύκειαν· ἐκεῖθενδὲ ἀπέπλευσαν εἰςτὴν Κύπρον.

5 Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.

6 Διελθόντες δὲτὴν νῆσον ἄχρι Πάφου, εὗρόντινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομαΒαρϊησοῦς,

7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.

8 Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος—οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ—ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.

9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου,καὶ ἀτενίσαςεἰς αὐτὸν

10 εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺςΚυρίου τὰς εὐθείας;

11 Καὶ νῦν ἰδού, χεὶρΚυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμαδὲἐπέπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.

12 Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν,ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶτὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας.Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.

14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαντῆς Πισιδίας, καὶεἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν.

15 Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλανοἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λέγοντες, Ἄνδρες ἀδελφοί, εἰἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.

16 Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν, ἌνδρεςἸσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.

17 Ὁ Θεὸς τοῦ λαοῦτούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇΑἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.

18 Καὶ ὡςτεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.

19 Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν,κατεκληρονόμησεναὐτοῖς τὴν γῆν αὐτῶν.

20 Καὶ μετὰ ταῦτα, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα, ἔδωκε κριτὰς ἕως Σαμουὴλτοῦ προφήτου.

21 Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸνΚίς, ἄνδρα ἐκ φυλῆςΒενιαμίν, ἔτητεσσαράκοντα.

22 Καὶ μεταστήσας αὐτόν, ἤγειρεναὐτοῖς τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας, ΕὗρονΔαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.

23 Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίανἤγαγε τῷ Ἰσραὴλσωτηρίαν,

24 προκηρύξαντοςἸωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίαςτῷ Ἰσραήλ.

25 Ὡς δὲ ἐπλήρουὁἸωάννης τὸν δρόμον, ἔλεγε,Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ᾽ ἰδού, ἔρχεται μετ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.

26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν,ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτηςἀπεστάλη.

27 Οἱ γὰρ κατοικοῦντεςἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.

28 Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντοΠιλάτον ἀναιρεθῆναι αὐτόν.

29 Ὡς δὲ ἐτέλεσανπάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.

30 Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·

31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινέςεἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.

32 Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοιςαὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν·

33 ὡς καὶ ἐν τῷ ψαλμῷτῷ δευτέρῳ γέγραπται,

34 Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι

35 Διὸ καὶ ἐν ἑτέρῳ λέγει,

36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν·

37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.

38 Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται·

39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐντῷ νόμῳΜωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.

40 Βλέπετε οὖν μὴ ἐπέλθῃἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις,

42 Ἐξιόντων δὲἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουντὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰῥήματα.

43 Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινεςπροσλαλοῦντες, ἔπειθοναὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ Θεοῦ.

44 Τῷτε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦΘεοῦ.

45 Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸτοῦ Παύλουλεγομένοις,ἀντιλέγοντες καὶ βλασφημοῦντες.

46 Παρρησιασάμενοιδὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβαςεἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ.Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.

47 Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος,

48 Ἀκούοντα δὲ τὰ ἔθνηἔχαιρε, καὶἐδόξαζον τὸν λόγον τοῦΚυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.

49 Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίουδι᾽ ὅλης τῆς χώρας.

50 Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκαςκαὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶτὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.

51 Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶναὐτῶν ἐπ᾽ αὐτούς, ἦλθον εἰς Ἰκόνιον.

52 Οἱδὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.

Ler em outra tradução

Comparar lado a lado