1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.
2 Καὶ ὅτε ἀνέβη Πέτρος εἰςἹεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,
3 λέγοντες ὅτιΠρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς.
4 Ἀρξάμενος δὲὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,
5 Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ·
6 εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
7 Ἤκουσαδὲ φωνῆς λεγούσης μοι,
8 Εἶπον δέ, Μηδαμῶς, Κύριε· ὅτιπᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
9 Ἀπεκρίθη δέμοιφωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ,
10 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶπάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.
11 Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗἤμην, ἀπεσταλμένοι ἀπὸΚαισαρείας πρός με.
12 Εἶπε δέμοι τὸ πνεῦμα συνελθεῖν αὐτοῖς, μηδὲνδιακρινόμενον. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·
13 ἀπήγγειλέτε ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα, καὶ εἰπόντααὐτῷ, Ἀπόστειλον εἰς Ἰόππηνἄνδρας, καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,
14 ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
15 Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτούς, ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ.
16 Ἐμνήσθην δὲ τοῦ ῥήματοςΚυρίου, ὡςἔλεγεν,
17 Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον ἸησοῦνΧριστόν, ἐγὼδὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;
18 Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶἐδόξαζον τὸν Θεόν, λέγοντες, Ἄραγε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιανἔδωκεν εἰς ζωήν.
19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινεςεἰσελθόντες εἰς Ἀντιόχειαν, ἐλάλουνπρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.
21 Καὶ ἦν χεὶρ Κυρίου μετ᾽ αὐτῶν· πολύς τε ἀριθμὸςπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆςἐνἹεροσολύμοις περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβανδιελθεῖν ἕως Ἀντιοχείας·
23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴνχάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειντῷ Κυρίῳ·
24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.
25 Ἐξῆλθε δὲ εἰς Ταρσὸνὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον,
26 καὶ εὑρὼνἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲαὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναιτῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τεπρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.
28 Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος,ἐσήμανε διὰ τοῦ πνεύματος λιμὸνμέγαν μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην·ὅστις καὶ ἐγένετο ἐπὶ ΚλαυδίουΚαίσαρος.
29 Τῶν δὲ μαθητῶν καθὼςεὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
30 ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.