1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατοὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,
2 ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο,ἀνελήφθη·
3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶντεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
4 Καὶσυναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός,
6 Οἱ μὲν οὖν συνελθόντεςἐπηρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
7 Εἶπεδὲ πρὸς αὐτούς,
9 Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύοπαρειστήκεισαν αὐτοῖς ἐνἐσθῆτι λευκῇ,
11 οἳ καὶεἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατεἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτοςὁ Ἰησοῦς, ὁἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτωςἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.
13 Καὶ ὅτε εἰσῆλθον,ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶἸάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶΜατθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου.
14 Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇκαὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶΜαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶσὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶνμαθητῶν εἶπεν—ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸὡς ἑκατὸν εἴκοσιν—
16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴνταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματοςΔαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιτὸν Ἰησοῦν.
17 Ὅτι κατηριθμημένος ἦνσὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης—
18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκμισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενοςἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
19 Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇἰδίᾳ διαλέκτῳ αὐτῶνἈκελδαμά, τοῦτ᾽ ἔστι, χωρίον αἵματος—
20 Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν,καί,
21 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,
22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματοςἸωάννου, ἕως τῆς ἡμέρας ἧςἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦγενέσθαι σὺν ἡμῖν ἕνα τούτων.
23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενονΒαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶΜατθίαν.
24 Καὶ προσευξάμενοιεἶπον, Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξονὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα
25 λαβεῖν τὸνκλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς,ἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
26 Καὶ ἔδωκαν κλήρουςαὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶΜατθίαν, καὶσυγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.