1 Καὶ μετὰτοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπίτι δένδρον.
2 Καὶ εἶδον ἄλλον ἄγγελονἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος. Καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα,ἄχρις οὗσφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων,ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες,ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
9 Μετὰ ταῦταεἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃνἀριθμῆσαι οὐδεὶςἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν,ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶφοίνικας ἐν ταῖς χερσὶν αὐτῶν.
10 Καὶκράζουσι φωνῇ μεγάλῃ, λέγοντες, Ἡσωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ.
11 Καὶ πάντες οἱ ἄγγελοιεἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶἔπεσον ἐνώπιον τοῦ θρόνουαὐτοῦ ἐπὶτὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ,
12 λέγοντες,
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσὶ καὶ πόθεν ἦλθον;
14 Καὶεἶπον αὐτῷ, Κύριέμου, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶἔπλυναν τὰς στολὰς αὐτῶν καὶἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.