1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύραἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ,λέγων,
2 Εὐθέως ἐγενόμην ἐν πνεύματι, καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶτὸν θρόνον καθήμενος,
3 ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶσαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνουὁμοίως ὅρασις σμαραγδίνων.
4 Κυκλόθεν τοῦ θρόνουθρόνοιεἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνουςτοὺςεἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένουςἐν ἱματίοις λευκοῖς,καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
5 Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶφωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνουαὐτοῦ,αἵ εἰσιν ἑπτὰ πνεύματα τοῦ Θεοῦ·
6 καὶ ἐνώπιον τοῦ θρόνουὡς θάλασσα ὑαλίνη ὁμοίακρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνουτέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.
7 Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷονἔχονπρόσωπον ἀνθρώπου, καὶ τὸ τέταρτονζῷον ὅμοιον ἀετῷπετομένῳ·
8 καὶτέσσαρα ζῷα, ἓν καθ᾽ἓνἔχον ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθενγέμουσιν ὀφθαλμῶν. Καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτός,λέγοντες,
9 Καὶ ὅτανδῶσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶτοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
10 πεσοῦνται οἱεἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶπροσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶβαλοῦσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες,