1 Καὶ εἶδονἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶἡ ἶρις ἐπὶτῆς κεφαλῆςαὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός,
2 καὶἔχων ἐν τῇ χειρὶ αὐτοῦβιβλίονἀνεῳγμένον. Καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶτῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
3 καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. Καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
4 Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰβρονταί,ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦλέγουσαν, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶμὴ αὐτὰ γράψῃς.
5 Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρε τὴν χεῖρα αὐτοῦτὴν δεξιὰν εἰς τὸν οὐρανὸν
6 καὶ ὤμοσετῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνοςοὐκέτι ἔσται,
7 ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν,καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ Θεοῦ,ὡς εὐηγγέλισετοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλινλαλοῦσα μετ᾽ ἐμοῦ καὶ λέγουσα, Ὕπαγε, λάβε τὸβιβλιδάριον τὸἀνεῳγμένον ἐν τῇ χειρὶτοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
9 Καὶἀπῆλθον πρὸς τὸν ἄγγελον λέγων αὐτῷδοῦναί μοι τὸβιβλιδάριον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
10 Καὶ ἔλαβον τὸβιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
11 Καὶλέγουσί μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶἐπὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς.