1 Pedro 4

GRC_TCG

1 Χριστοῦ οὖν παθόντοςὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε· ὅτι ὁ παθὼνἐν σαρκί, πέπαυταιἁμαρτίας·

2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματιΘεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.

3 Ἀρκετὸς γὰρἡμῖν ὁ παρεληλυθὼς χρόνοςτοῦ βίου τὸ θέλημα τῶν ἐθνῶνκατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοιςεἰδωλολατρείαις·

4 ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·

5 οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμωςἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς.

6 Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι.

7 Πάντων δὲ τὸ τέλος ἤγγικε· σωφρονήσατε οὖν καὶ νήψατε εἰςτὰς προσευχάς·

8 πρὸ πάντωνδὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτιἀγάπηκαλύψει πλῆθος ἁμαρτιῶν·

9 φιλόξενοι εἰς ἀλλήλους ἄνευγογγυσμῶν·

10 ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ·

11 εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύοςὡς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηταιὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀμήν.

12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος·

13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.

14 Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι· ὅτι τὸ τῆς δόξηςκαὶ τὸ τοῦ Θεοῦ πνεῦμα ἐφ᾽ ὑμᾶςἀναπαύεται·κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.

15 Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεύς, ἢ κλέπτης, ἢ κακοποιός, ἢ ὡςἀλλοτριοεπίσκοπος·

16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷμέρει τούτῳ.

17 Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ;

18 Καὶ

19 Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ,ὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰςαὐτῶν ἐν ἀγαθοποιΐᾳ.

Ler em outra tradução

Comparar lado a lado