Romanos 15

GRC_F35

1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.

2 Ἕκαστοςἡμῶντῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.

3 Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλά, καθὼς γέγραπται· «Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσονἐπ᾿ ἐμέ.»

4 Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη,ἵνα διὰ τῆς ὑπομονῆς καὶτῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.

5 Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν,

6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

7 Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς,εἰς δόξανΘεοῦ.

8 Λέγω δὲΧριστὸν Ἰησοῦνδιάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων·

9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται· «Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, Κύριε,καὶ τῷ ὀνόματί σου ψαλῶ.»

10 Καὶ πάλιν λέγει· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.»

11 Καὶ πάλιν· «Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη,καὶ ἐπαινέσατεαὐτόν, πάντες οἱ λαοί.»

12 Καὶ πάλιν, Ἡσαΐαςλέγει· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν.»

13 Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος Ἁγίου.

14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης,πεπληρωμένοι πάσηςγνώσεως, δυνάμενοι καὶ ἄλλουςνουθετεῖν.

15 Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί,ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ,

16 εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦεἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.

17 Ἔχω οὖνκαύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸνΘεόν·

18 οὐ γὰρ τολμήσω λαλεῖν τιὧν οὐ κατειργάσατο Χριστὸς δι᾿ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν—λόγῳ καὶ ἔργῳ,

19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ,ὥστε με ἀπὸ Ἱερουσαλὴμκαὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.

20 Οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθηΧριστός, ἵνα μὴ ἐπ᾿ ἀλλότριον θεμέλιον οἰκοδομῶ·

21 ἀλλά, καθὼς γέγραπται· «Οἷς οὐκ ἀνηγγέληπερὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.»

22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς.

23 Νυνὶ δέ, μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιντούτοις, ἐπιποθίανδὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν,

24 ὡς ἐὰνπορεύωμαιεἰς τὴν Σπανίανἐλεύσομαι πρὸς ὑμᾶς.Ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.

25 Νυνὶ δέ, πορεύομαι εἰς Ἱερουσαλήμ, διακονῶν τοῖς ἁγίοις.

26 Εὐδόκησαν γὰρ Μακεδονίακαὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ.

27 Εὐδόκησαν γάρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν.Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.

28 Τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾿ ὑμῶν εἰς τὴνΣπανίαν.

29 Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦΧριστοῦ ἐλεύσομαι.

30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί,διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαίμοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν,

31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵναἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις·

32 ἵνα ἐν χαρᾷ ἔλθωπρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ καὶ συναναπαύσωμαιὑμῖν.

33 Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν.

Ler em outra tradução

Comparar lado a lado