Romanos 13

GRC_F35

1 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸΘεοῦ, αἱ δὲ οὖσαι ἐξουσίαιὑπὸ τοῦΘεοῦ τεταγμέναι εἰσίν.

2 Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήψονται.

3 Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῶν ἀγαθῶν ἔργων ἀλλὰ τῶν κακῶν.Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·

4 Θεοῦ γὰρ διάκονός ἐστίν σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς,φοβοῦ, οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴντῷ τὸ κακὸν πράσσοντι.

5 Διὸ ἀνάγκη ὑποτάσσεσθαι,οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.

6 Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.

7 Ἀπόδοτε οὖνπᾶσιν τὰς ὀφειλάς· τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.

8 Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους,ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.

9 Τὸ γάρ—«Οὐ μοιχεύσεις,» «Οὐ φονεύσεις,» «Οὐ κλέψεις,» «Οὐ ψευδομαρτυρήσεις,»«Οὐκ ἐπιθυμήσεις,» καὶ εἴ τις ἑτέρα ἐντολή—ἐν τούτῳ τῷ λόγῳἀνακεφαλαιοῦται, ἐν τῷ·«Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.»

10 Ἡ ἀγάπη τῷπλησίον κακὸν οὐκ ἐργάζεται·πλήρωμα οὖν νόμου ἡ ἀγάπη.

11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδηἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.

12 Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθατὰ ὅπλα τοῦ φωτός.

13 Ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ.

14 Ἀλλ᾿ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε,εἰς ἐπιθυμίας.

Ler em outra tradução

Comparar lado a lado