1 Καὶ ἐμβὰς εἰς τὸπλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
2 Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, «Θάρσει, τέκνον· ἀφέωνταίσοι αἱ ἁμαρτίαι σου.»
3 Καὶ ἰδού, τινὲς τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς, «Οὗτος βλασφημεῖ.»
4 Καὶ εἰδὼςὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· «Ἱνατί ὑμεῖςἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
5 Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ‹Ἀφέωνταίσουαἱ ἁμαρτίαι,› ἢ εἰπεῖν, ‹Ἔγειραικαὶ περιπάτει›;
6 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—τότε λέγει τῷ παραλυτικῷ, «Ἐγερθείς, ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.»
7 Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
8 Ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασανκαὶ ἐδόξασαν τὸν Θεόν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖονλεγόμενον, καὶ λέγει αὐτῷ, «Ἀκολούθει μοι.» Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδού, πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
11 Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶποντοῖς μαθηταῖς αὐτοῦ, «Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνειὁ διδάσκαλος ὑμῶν;»
12 Ὁ δὲ Ἰησοῦςἀκούσας εἶπεν αὐτοῖς·«Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες.
13 Πορευθέντες δὲ μάθετε τί ἐστιν, ‹Ἔλεονθέλω καὶ οὐ θυσίαν.› Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰἁμαρτωλοὺς εἰς μετάνοιαν.»
14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου, λέγοντες, «Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά,οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;»
15 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾿ ὅσον χρόνονμετ᾿ αὐτῶν ἐστιν ὁ νυμφίος; Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
16 »Οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.
17 Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται.Ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺςκαινούς, καὶ ἀμφότεροισυντηροῦνται.»
18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδού, ἄρχων τις ἐλθὼνπροσεκύνει αὐτῷ, λέγων ὅτι «Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν, ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾿ αὐτὴν καὶ ζήσεται.»
19 Καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ, καὶ οἱ μαθηταὶ αὐτοῦ.
20 Καὶ ἰδού, γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.
21 Ἔλεγεν γὰρ ἐν ἑαυτῇ, «Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι.»
22 Ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶςκαὶ ἰδὼν αὐτὴν εἶπεν, «Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε.» Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
23 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον, λέγει αὐτοῖς,
24 «Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει.» Καὶ κατεγέλων αὐτοῦ.
25 Ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
26 Καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ, ἠκολούθησαν αὐτῷδύο τυφλοί, κράζοντες καὶ λέγοντες, «Ἐλέησον ἡμᾶς, ΥἱὸςΔαυίδ.»
28 Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοί· καὶ λέγει αὐτοῖς,«Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ, «Ναί, Κύριε.»
29 Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων, «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.»
30 Καὶ ἀνεῴχθησαναὐτῶν οἱ ὀφθαλμοί. Καὶ ἐνεβριμήσατοαὐτοῖς ὁ Ἰησοῦς, λέγων, «Ὁρᾶτε μηδεὶς γινωσκέτω.»
31 Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32 Αὐτῶν δὲ ἐξερχομένων, ἰδού, προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφόν, δαιμονιζόμενον.
33 Καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν ὁ κωφός. Καὶ ἐθαύμασαν οἱ ὄχλοι, λέγοντες ὅτι,«Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.»
34 Οἱ δὲ Φαρισαῖοι ἔλεγον, «Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.»
35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐσκυλμένοικαὶ ἐρριμμένοι, ὡςπρόβατα μὴ ἔχοντα ποιμένα.
37 Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· «Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι.
38 Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.»