1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦςτοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,
2 «Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.»
3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖςκαὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα,
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσινκαὶ ἀποκτείνωσιν.
5 Ἔλεγον δέ, «Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.»
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσαβαρυτίμου καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴναὐτοῦ ἀνακειμένου.
8 Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦἠγανάκτησαν λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη;
9 Ἠδύνατογὰρ τοῦτο τὸ μύρονπραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖςπτωχοῖς.»
10 Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατοεἰς ἐμέ.
11 Πάντοτε γὰρ τοὺς πτωχοὺςἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
12 Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.»
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν,
15 «Τί θέλετέ μοι δοῦναι καὶ ἐγὼὑμῖν παραδώσω αὐτόν;» Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16 Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ,«Ποῦ θέλεις ἑτοιμάσομένσοι φαγεῖν τὸ Πάσχα;»
18 Ὁ δὲ εἶπεν, «Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ‹Ὁ διδάσκαλος λέγει, «Ὁ καιρός μου ἐγγύς ἐστιν· πρός σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.» › »
19 Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
20 Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα.
21 Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.»
22 Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν,«Μήτι ἐγώ εἰμι, Κύριε;»
23 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα,οὗτός με παραδώσει.
24 Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.»
25 Ἀποκριθεὶς δὲ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, εἶπεν, «Μήτι ἐγώ εἰμι, Ῥαββί;» Λέγει αὐτῷ, «Σὺ εἶπας.»
26 Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸνἄρτον καὶ εὐλογήσας,ἔκλασεν καὶ ἐδίδουτοῖς μαθηταῖς καὶεἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.»
27 Καὶ λαβὼν τὸποτήριον καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες·
28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆςδιαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενονεἰς ἄφεσιν ἁμαρτιῶν.
29 Λέγω δὲ ὑμῖν ὅτιοὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματοςτῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.»
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεταιτὰ πρόβατα τῆς ποίμνης.›
32 Μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.»
33 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, «Εἰ καὶπάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼοὐδέποτε σκανδαλισθήσομαι.»
34 Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.»
35 Λέγει αὐτῷ ὁ Πέτρος, «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι.»Ὁμοίως δὲκαὶ πάντες οἱ μαθηταὶ εἶπον.
36 Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ,καὶ λέγει τοῖς μαθηταῖς, «Καθίσατε αὐτοῦ ἕως οὗἀπελθὼν προσεύξωμαι ἐκεῖ.»
37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς·«Περίλυπός ἐστιν ἡ ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.»
39 Καὶ προελθὼνμικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, «Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτωἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.»
40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Οὕτως, οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ;
41 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.»
42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, «Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριονπαρελθεῖν ἀπ᾿ ἐμοῦἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.»
43 Καὶ ἐλθὼν εὗρεν αὐτοὺς πάλινκαθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατοἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών.
45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦκαὶ λέγει αὐτοῖς· «Καθεύδετε τὸλοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46 Ἐγείρεσθε, ἄγωμεν· ἰδού,ὁ παραδιδούς με.»
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθεν, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 (Ὁ δὲ παραδιδοὺςαὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, «Ὃν ἐὰνφιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν.»)
49 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, «Χαῖρε, Ῥαββί,» καὶ κατεφίλησεν αὐτόν.
50 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἑταῖρε, ἐφ᾿ ᾧπάρει;» Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
51 Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ἀπόστρεψόν σου τὴν μάχαιρανεἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳἀποθανοῦνται.
53 Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοιπλείουςἢδώδεκα λεγεῶναςἀγγέλων;
54 Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;»
55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετεμετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων,καὶ οὐκ ἐκρατήσατέ με.
56 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν.» Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως. Καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.
59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι,καὶ τὸ συνέδριον ὅλον, ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,
60 καὶ οὐχ εὗρον. Καὶπολλῶν ψευδομαρτύρων προσελθόντων,οὐχ εὗρον.Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
61 εἶπον,«Οὗτος ἔφη, ‹Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.› »
62 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· «Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν;»
63 Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶςὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦΘεοῦ.»
64 Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς Δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.»
65 Τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι«Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ.
66 Τί ὑμῖν δοκεῖ;» Οἱ δὲ ἀποκριθέντες εἶπον, «Ἔνοχος θανάτου ἐστίν.»
67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν
68 λέγοντες· «Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;»
69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητοἐν τῇ αὐλῇ. Καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, «Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.»
70 Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶνπάντωνλέγων, «Οὐκ οἶδα τί λέγεις.»
71 Ἐξελθόντα δὲ αὐτὸνεἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖςἐκεῖ, «Καὶοὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.»
72 Καὶ πάλιν ἠρνήσατο, μεθ᾿ὅρκου, ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.»
73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, «Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.»
74 Τότε ἤρξατο καταθεματίζεινκαὶ ὀμνύειν ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.» Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
75 Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματοςἸησοῦ εἰρηκότος αὐτῷὅτι «Πρὶν ἀλέκτοραφωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.