João 9

GRC_F35

1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.

2 Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, «Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»

3 ἈπεκρίθηἸησοῦς· «Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.

4 Ἐμὲδεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.

5 Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.»

6 Ταῦτα εἰπών, ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεντὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ.

7 Καὶ εἶπεν αὐτῷ, «Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ» (ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος). Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.

8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸςἦν ἔλεγον, «Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;»

9 Ἄλλοι ἔλεγον ὅτι «Οὗτός ἐστιν»· ἄλλοι δὲ ὅτι«Ὅμοιοςαὐτῷ ἐστιν.» Ἐκεῖνος ἔλεγεν ὅτι «Ἐγώ εἰμι.»

10 Ἔλεγον οὖν αὐτῷ, «Πῶςἀνεῴχθησάνσουοἱ ὀφθαλμοί;»

11 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· «Ἄνθρωποςλεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι,‹Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦΣιλωὰμ καὶ νίψαι.› Ἀπελθὼν δὲκαὶ νιψάμενος, ἀνέβλεψα.»

12 Εἶπον οὖναὐτῷ, «Ποῦ ἐστιν ἐκεῖνος;» Λέγει, «Οὐκ οἶδα.»

13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.

14 (Ἦν δὲ σάββατον ὅτετὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.)

15 Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, «Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς,καὶ ἐνιψάμην, καὶ βλέπω.»

16 Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, «Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ Θεοῦ,ὅτι τὸ σάββατον οὐ τηρεῖ.» Ἄλλοιἔλεγον, «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;» Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.

17 Λέγουσιν οὖντῷ τυφλῷ πάλιν, «Σὺ τίλέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξένσου τοὺς ὀφθαλμούς;» Ὁ δὲ εἶπεν ὅτι «Προφήτης ἐστίν.»

18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦνκαὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος.

19 Καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· «Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει;»

20 Ἀπεκρίθησαν δὲαὐτοῖςοἱ γονεῖς αὐτοῦ καὶ εἶπον· «Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη.

21 Πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν. Αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.Αὐτὸς περὶ ἑαυτοῦλαλήσει.»

22 Ταῦτα εἶπονοἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.

23 Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπονὅτι «Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.»

24 Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπονὃς ἦν τυφλὸς καὶ εἶποναὐτῷ· «Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτοςἁμαρτωλός ἐστιν.»

25 Ἀπεκρίθη οὖνἐκεῖνος καὶ εἶπεν·«Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα. Ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω.»

26 Εἶπον δὲαὐτῷ πάλιν·«Τί ἐποίησέν σοι; Πῶς ἀνέῳξένσου τοὺς ὀφθαλμούς;»

27 Ἀπεκρίθη αὐτοῖς· «Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶγενέσθαι;»

28 Ἐλοιδόρησαναὐτὸν καὶ εἶπον· «Σὺ εἶ μαθητὴς ἐκείνου,ἡμεῖς δὲ τοῦ Μωσέωςἐσμὲν μαθηταί.

29 Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖλελάληκεν ὁ Θεός· τοῦτον δέ—οὐκ οἴδαμεν πόθεν ἐστίν.»

30 Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· «Ἐν γὰρ τούτῳθαυμαστόν ἐστιν—ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξένμου τοὺς ὀφθαλμούς.

31 Οἴδαμεν δὲὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.

32 Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέντις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.

33 Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν.»

34 Ἀπεκρίθησαν καὶ εἶποναὐτῷ, «Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως,καὶ σὺ διδάσκεις ἡμᾶς;» Καὶ ἐξέβαλον αὐτὸν ἔξω.

35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω·καὶ εὑρὼν αὐτόν, εἶπεν αὐτῷ,«Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;»

36 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, «Καὶ τίς ἐστιν, Κύριε,ἵνα πιστεύσω εἰς αὐτόν;»

37 Εἶπεν δὲαὐτῷ ὁ Ἰησοῦς, «Καὶ ἑώρακαςαὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.»

38 Ὁ δὲ ἔφη, «Πιστεύω, Κύριε.» Καὶ προσεκύνησεν αὐτῷ.

39 Καὶ εἶπεν ὁ Ἰησοῦς, «Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.»

40 Καὶἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦκαὶ εἶπον αὐτῷ, «Μὴ καὶ ἡμεῖςτυφλοί ἐσμεν;»

41 Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι ‹Βλέπομεν,› ἡ οὖνἁμαρτία ὑμῶν μένει.

Ler em outra tradução

Comparar lado a lado