João 3

GRC_F35

1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων.

2 Οὗτος ἦλθεν πρὸς τὸν Ἰησοῦν νυκτὸςκαὶ εἶπεν αὐτῷ, «Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναταιποιεῖν ἃ σὺ ποιεῖς ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾿ αὐτοῦ.»

3 ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτῷ, «Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ Ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.»

4 Λέγει πρὸς αὐτὸνΝικόδημος· «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι, γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;»

5 ἈπεκρίθηἸησοῦς· «Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

6 Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν.

7 Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, ‹Δεῖ ὑμᾶς γεννηθῆναι Ἄνωθεν.›

8 Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.»

9 Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, «Πῶς δύναται ταῦτα γενέσθαι;»

10 ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτῷ· «Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις;

11 Ἀμήν, ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.

12 Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;

13 Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς—ὁ Υἱὸς τοῦ Ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.

14 Καί, καθὼς Μωσῆςὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου,

15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸνμὴ ἀπόληται, ἀλλ᾿ἔχῃζωὴν αἰώνιον.

16 Οὕτωςγὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦτὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃζωὴν αἰώνιον.

17 Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦεἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.

18 Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.

19 »Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ πονηρὰ αὐτῶντὰ ἔργα.

20 Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.

21 Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.»

22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς, καὶ οἱ μαθηταὶ αὐτοῦ, εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν.

23 Ἦν δὲ καὶἸωάννης βαπτίζων ἐν Αἰνών, ἐγγὺς τοῦ Σαλήμ,ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ. Καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο·

24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.

25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίουπερὶ καθαρισμοῦ.

26 Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ, «Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας—ἴδε, οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν.»

27 Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· «Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲνἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.

28 Αὐτοὶ ὑμεῖς μοιμαρτυρεῖτε ὅτι εἶπον,‹Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός,› ἀλλ᾿ ὅτι ‹Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.›

29 Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.

30 Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.

31 »Ὁ Ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν.

32 Καὶὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.

33 Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.

34 Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸςτὸ Πνεῦμα.

35 Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.

36 Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴνζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖἐπ᾿ αὐτόν.»

Ler em outra tradução

Comparar lado a lado