1 Ταῦτα εἰπὼν ὁἸησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων,ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
2 ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθηὁἸησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
3 Ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶΦαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
4 Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμεναἐπ᾿ αὐτόν, ἐξελθὼν εἶπεναὐτοῖς, «Τίνα ζητεῖτε;»
5 Ἀπεκρίθησαν αὐτῷ, «Ἰησοῦν τὸν Ναζωραῖον.» Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Ἐγώ εἰμι.»(Εἱστήκει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, μετ᾿ αὐτῶν.)
6 Ὡς οὖν εἶπεν αὐτοῖς ὅτι«Ἐγώ εἰμι,» ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσονχαμαί.
7 Πάλιν οὖν αὐτοὺς ἐπηρώτησεν,«Τίνα ζητεῖτε;» Οἱ δὲ εἶπον,«Ἰησοῦν τὸν Ναζωραῖον.»
8 ἈπεκρίθηἸησοῦς· «Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν»
9 (ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι «Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα»).
10 Σίμων οὖν Πέτρος, ἔχων μάχαιραν, εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίοντὸ δεξιόν. (Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.)
11 Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· «Βάλε τὴν μάχαιρανεἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ Πατήρ, οὐ μὴ πίω αὐτό;»
12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτόν.
13 Καὶ ἀπήγαγον αὐτὸνπρὸς Ἄννανπρῶτον, ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
14 (Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαιὑπὲρ τοῦ λαοῦ.)
15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ ὁἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.
16 Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦνγνωστὸς τῷ ἀρχιερεῖ,καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον.
17 Λέγει οὖν ἡ παιδίσκη, ἡ θυρωρός, τῷ Πέτρῳ,«Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;» Λέγει ἐκεῖνος, «Οὐκ εἰμί.»
18 Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο. Ἦν δὲ μετ᾿ αὐτῶν ὁ Πέτροςἑστὼς καὶ θερμαινόμενος.
19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
20 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς·«Ἐγὼ παρρησίᾳ ἐλάλησατῷ κόσμῳ. Ἐγὼ πάντοτε ἐδίδαξα ἐνσυναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτεοἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
21 Τί με ἐπερωτᾷς;Ἐπερώτησοντοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς. Ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.»
22 Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς τῶν ὑπηρετῶν παρεστηκὼςἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, «Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;»
23 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς,«Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δαίρεις;»
24 (Ἀπέστειλεναὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.)
25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ, «Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;» Ἠρνήσατο οὖνἐκεῖνος καὶ εἶπεν, «Οὐκ εἰμί.»
26 Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, «Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾿ αὐτοῦ;»
27 Πάλιν οὖν ἠρνήσατο ὁΠέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28 Ἄγουσιν οὖντὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον, ἦν δὲ πρωΐ.Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾿ ἵναφάγωσιν τὸ Πάσχα.
29 Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺςκαὶ εἶπεν,«Τίνα κατηγορίαν φέρετε κατὰτοῦ ἀνθρώπου τούτου;»
30 Ἀπεκρίθησαν καὶ εἶποναὐτῷ, «Εἰ μὴ ἦν οὗτος κακοποιός,οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.»
31 Εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος, «Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.» Εἶπον οὖναὐτῷ οἱ Ἰουδαῖοι, «Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα»
32 (ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἔμελλενἀποθνήσκειν).
33 Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλινὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ, «Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;»
34 Ἀπεκρίθη αὐτῷὁἸησοῦς, «Ἀφ᾿ ἑαυτοῦσὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπονπερὶ ἐμοῦ;»
35 Ἀπεκρίθη ὁ Πιλᾶτος· «Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σόν, καὶ οἱ ἀρχιερεῖς, παρέδωκάν σε ἐμοί. Τί ἐποίησας;»
36 ἈπεκρίθηἸησοῦς· «Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο,ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.»
37 Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, «Οὐκοῦν βασιλεὺς εἶ σύ;» ἈπεκρίθηἸησοῦς· «Σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγώ·ἐγὼ εἰς τοῦτο γεγέννημαι. Καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ Ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς Ἀληθείας ἀκούει μου τῆς φωνῆς.»
38 Λέγει αὐτῷ ὁ Πιλᾶτος, «Τί ἐστιν ἀλήθεια;»Barabbas Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· «Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
39 Ἔστιν δὲ συνήθεια ἡμῖνἵνα ἕνα ὑμῖν ἀπολύσωἐν τῷ Πάσχα. Βούλεσθε οὖν ὑμῖν ἀπολύσωτὸν Βασιλέα τῶν Ἰουδαίων;»
40 Ἐκραύγασαν οὖνπάντες,λέγοντες, «Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν.» Ἦν δὲ ὁ Βαραββᾶς λῃστής.