Hebreus 7

GRC_F35

1 Οὗτος γὰρ ὁ Μελχισεδέκ—βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦὑψίστου, ὁσυναντήσας Ἁβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,

2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἁβραάμ (πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης),

3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος· μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ—μένει ἱερεὺς εἰς τὸ διηνεκές.

4 Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶδεκάτην Ἁβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης·

5 Καί, οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαόν, κατὰ τὸν νόμον—τοῦτ᾿ ἔστιν, τοὺς ἀδελφοὺς αὐτῶν—καίπερ ἐξεληλυθόταςἐκ τῆς ὀσφύος Ἁβραάμ·

6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν τὸνἉβραὰμ καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.

7 Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.

8 Καί, ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ

9 —καὶ ὡς ἔπος εἰπεῖν, διὰἉβραὰμ καὶ Λευΐ, ὁ δεκάτας λαμβάνων, δεδεκάτωται,

10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁΜελχισεδέκ.

11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ᾿ αὐτῇνενομοθέτητο),τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;

12 (Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.)

13 Ἐφ᾿ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾿ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ.

14 Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνηςΜωϋσῆς,ἐλάλησεν.

15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος,

16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκινῆςγέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.

17 Μαρτυρεῖγὰρ ὅτι «Σὺἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.»

18 Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές

19 (οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος), ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾿ ἧς ἐγγίζομεν τῷ Θεῷ.

20 Καί, καθ᾿ ὅσον οὐ χωρὶς ὁρκωμοσίας

21 —οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· «Ὤμοσεν Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»—

22 κατὰ τοσοῦτονκρείττονοςδιαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.

23 Καί, οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·

24 ὁ δέ, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην.

25 Ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾿ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲραὐτῶν.

26 Τοιοῦτος γὰρ ἡμῖνἔπρεπεν ἀρχιερεύς—ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος—

27 ὃς οὐκ ἔχει καθ᾿ ἡμέρανἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.

28 Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας, τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

Ler em outra tradução

Comparar lado a lado