1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατονἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεντὸν προκείμενον ἡμῖν ἀγῶνα,
2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως Ἀρχηγὸν καὶ Τελειωτήν, Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.
3 Ἀναλογίσασθε γὰρτὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸνἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
4 Οὔπω μέχρις αἵματος ἀντικατέστητεπρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι.
5 Καὶ ἐκλέλησθε τῆς παρακλήσεως ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· «Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος·
6 ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.»
7 Εἰπαιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστινυἱὸς ὃν οὐ παιδεύει πατήρ;
8 Εἰ δὲ χωρίς ἐστε παιδείας (ἧς μέτοχοι γεγόνασιν πάντες), ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί.
9 Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα. Οὐ πολλῷμᾶλλονὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
10 Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
11 Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾿ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,
13 καὶ τροχιὰςὀρθὰς ποιήσατετοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον·
15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ διὰ ταύτηςμιανθῶσιν πολλοί,
16 μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ,ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτοτὰ πρωτοτόκια αὐτοῦ.
17 Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει καὶκεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳκαὶ θυέλλῃ·
19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον
20 (οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· «Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται»·
21 καὶ οὕτωςφοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν, «Ἔκφοβός εἰμι καὶ ἔντρομος»)
22 ἀλλὰ προσεληλύθατε Σιὼν Ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει,
23 καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων,καὶ Κριτῇ Θεῷ πάντων, καὶ πνεύμασιν δικαίων τετελειωμένων,
24 καὶ διαθήκης νέας Μεσίτῃ, Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττονλαλοῦντι παρὰ τὸἌβελ.
25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον,τὸν ἐπὶγῆς παραιτησάμενοιχρηματίζοντα, πολλῷμᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾿ οὐρανοῦἀποστρεφόμενοι·
26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων, «Ἔτι ἅπαξ ἐγὼ σείωοὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.»
27 Τὸ δὲ ‹ἔτι ἅπαξ› δηλοῖ τῶν σαλευομένων τὴνμετάθεσιν (ὡς πεποιημένων), ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμενχάριν δι᾿ ἧς λατρεύομενεὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας·
29 καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.