Apocalipse 7

GRC_F35

1 Καὶμετὰ τοῦτοεἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶνδένδρον.

2 Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνονταἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος. Καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,

3 λέγων· «Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗσφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπωναὐτῶν.»

4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶτεσσαράκοντα τέσσαρεςχιλιάδες, ἐσφραγισμένοιἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·

5 ἐκ φυλῆς Ἰούδα δώδεκαχιλιάδες ἐσφραγισμένοι,ἐκ φυλῆς Ῥουβὶμδώδεκαχιλιάδες,ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,

6 ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμδώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,

7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσάχαρδώδεκα χιλιάδες,

8 ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.

9 Μετὰ ταῦτα εἶδον καὶ ἰδού, ὄχλος πολὺς ὃν ἀριθμῆσαιοὐδεὶς ἐδύνατο,ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτεςἐνώπιον τοῦ Θρόνου καὶ ἐνώπιον τοῦ Ἀρνίου, περιβεβλημένοιστολὰς λευκάς, καὶ φοίνικαςἐν ταῖς χερσὶν αὐτῶν.

10 Καὶ κράζουσινφωνῇ μεγάλῃ, λέγοντες, «Ἡ σωτηρία τῷ Θεῷ ἡμῶντῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ,καὶ τῷ Ἀρνίῳ.»

11 Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισανκύκλῳ τοῦ θρόνου, καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσονἐνώπιον τοῦ θρόνουἐπὶ τὰ πρόσωπααὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ,

12 λέγοντες· «Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»

13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, «Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσίν, καὶ πόθεν ἦλθον;»

14 Καὶ εἶποναὐτῷ, «Κύριέ μου,σὺ οἶδας.» Καὶ εἶπέν μοι· «Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναντὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰςἐν τῷ αἵματι τοῦ Ἀρνίου.

15 Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ. Καὶ ὁ καθήμενος ἐπὶ τῷ θρόνῳσκηνώσει ἐπ᾿ αὐτούς.

16 Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι·οὐδ᾿ οὐμὴ πέσῃ ἐπ᾿ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα·

17 ὅτι τὸ Ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνειαὐτοὺς καὶ ὁδηγεῖαὐτοὺς ἐπὶ ζωῆςπηγὰς ὑδάτων. Καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκτῶν ὀφθαλμῶν αὐτῶν.»

Ler em outra tradução

Comparar lado a lado