2 Timóteo 4

GRC_F35

1 Διαμαρτύρομαι οὖν ἐγώ,ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ ΚυρίουἸησοῦ Χριστοῦ,τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰτὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·

2 Κήρυξον τὸν Λόγον· ἐπίστηθι εὐκαίρως ἀκαίρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.

3 Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται· ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίαςἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν

4 —καί, ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.

5 Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.

6 Ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεωςἐφέστηκεν.

7 Τὸν ἀγῶνα τὸν καλὸνἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα.

8 Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος Κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.

9 Σπούδασον ἐλθεῖν πρός με ταχέως·

10 Δημᾶς γάρ με ἐγκατέλιπεν,ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην—Κρίσκηςεἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν.

11 Λουκᾶς ἐστιν μόνος μετ᾿ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγεμετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.

12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.

13 Τὸν φελόνηνὃν ἀπέλιπονἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε—καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.

14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴηαὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ·

15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀνθέστηκεντοῖς ἡμετέροις λόγοις.

16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο,ἀλλὰ πάντες με ἐγκατέλιπον.Μὴ αὐτοῖς λογισθείη.

17 Ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃπάντα τὰ ἔθνη. Καὶ ἐρρύσθην ἐκ στόματος λέοντος·

18 καὶῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

19 Ἄσπασαι Πρίσκανκαὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον.

20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπονἐν Μιλήτῳ ἀσθενοῦντα.

21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.

22 Ὁ Κύριος Ἰησοῦς Χριστὸςμετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾿ ὑμῶν. Ἀμήν.,

Ler em outra tradução

Comparar lado a lado