1 (Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Εἰμὴ χρῄζομεν,ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν συστατικῶν;
2 Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων·
3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ᾿ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ᾿ἐν πλαξὶν καρδίαιςσαρκίναις.)
4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν·
5 οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾿ ἑαυτῶν λογίσασθαί τιὡς ἐξ ἑαυτῶν, ἀλλ᾿ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ—
6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης· οὐ γράμματος, ἀλλὰ Πνεύματος, τὸ γὰρ γράμμα ἀποκτένει,τὸ δὲ Πνεῦμα ζωοποιεῖ.
7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου, ἐν γράμμασιν ἐντετυπωμένη ἐνλίθοις, ἐγενήθη ἐν δόξῃ—ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέοςδιὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ (τὴν καταργουμένην)—
8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ;
9 Εἰ γὰρ ἡδιακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύειἡ διακονία τῆς δικαιοσύνης ἐνδόξῃ.
10 Καὶ γὰρ οὐδεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, εἵνεκεντῆς ὑπερβαλλούσης δόξης—
11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα—
13 καὶ οὐ καθάπερ Μωϋσῆς,ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ,πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
14 Ἀλλ᾿,ἐπωρώθη τὰ νοήματα αὐτῶν, ἄχρι γὰρ τῆς σήμεροντὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται.
15 Ἀλλ᾿ ἕως σήμερον, ἡνίκαἀναγινώσκεταιΜωσῆς,κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.
16 Ἡνίκα δ᾿ ἂνἐπιστρέψῃπρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα.
17 Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖἐλευθερία.
18 Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.