1 Καυχᾶσθαι δὴοὐ συμφέρει μοι.Ἐλεύσομαι γὰρεἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
2 Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων—εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν—ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
3 Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον—εἴτε ἐν σώματι, εἴτε ἐκτὸςτοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν—
4 ὅτι ἡρπάγη εἰς τὸν Παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
5 Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.
6 Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τιἐξ ἐμοῦ.
7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων,ἵνα μὴ ὑπεραίρωμαι,ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶνἵνα με κολαφίζῃ—ἵνα μὴ ὑπεραίρωμαι.
8 Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ.
9 Καὶ εἴρηκέν μοι, «Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μουἐν ἀσθενείᾳ τελειοῦται.»Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
10 Διό, εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐνστενοχωρίαις, ὑπὲρ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11 Γέγονα ἄφρων καυχώμενος·ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι, οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.
12 Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθηἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοιςκαὶ τέρασιν καὶ δυνάμεσιν.
13 Τί γάρ ἐστιν ὃ ἡττήθητε,ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14 Ἰδού, τρίτονἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσωὑμῶν.Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ᾿ὑμᾶς—οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλ᾿οἱ γονεῖς τοῖς τέκνοις.
15 Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶπερισσοτέρως ὑμᾶς ἀγαπῶν,ἧττονἀγαπῶμαι.
16 ‹Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλ᾿ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον.›
17 Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾿ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
18 Παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν—μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν, οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19 Πάλινδοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατενώπιον τοῦΘεοῦ, ἐν Χριστῷ, λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
20 Φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε—μή πως ἔρις,ζῆλοι,θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι—
21 μὴ πάλιν ἐλθόντα μεταπεινώσῃὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.