2 Coríntios 1

GRC_F35

1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦδιὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·

2 Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

3 Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως,

4 ὁ παρακαλῶν ἡμᾶς ἐπὶπάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.

5 Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦΧριστοῦ περισσεύεικαὶ ἡ παράκλησις ἡμῶν.

6 Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶνπαθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν

7 (καί, ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν)· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας,εἰδότες ὅτι ὥσπερκοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.

8 Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖνἐν τῇ Ἀσίᾳ· ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν, ὑπὲρ δύναμιν,ὥστε ἐξαπορηθῆναι ἡμᾶςκαὶ τοῦ ζῆν.

9 Ἀλλὰαὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντιτοὺς νεκρούς·

10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύεται·εἰς ὃν ἠλπίκαμεν ὅτικαὶ ἔτι ῥύσεται,

11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει· ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ, ὑπὲρ ὑμῶν.

12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν· τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἱλικρινείᾳΘεοῦ,οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾿ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.

13 Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε· ἐλπίζω δὲ ὅτι καὶἕως τέλους ἐπιγνώσεσθε

14 (καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους) ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ ΚυρίουἸησοῦ.

15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν τὸ πρότερον(ἵνα δευτέραν χάριν ἔχητε),

16 καὶ δι᾿ ὑμῶν διελθεῖνεἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ᾿ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.

17 Τοῦτο οὖν βουλευόμενος,μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾿ ἐμοὶ τὸ ‹ναί, ναὶ› καὶ τὸ ‹οὔ, οὔ›;

18 Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο‹ναὶ› καὶ ‹οὔ,›

19 ὁ γὰρ τοῦ ΘεοῦΥἱός, Ἰησοῦς Χριστός, ὁ ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς—δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου—οὐκ ἐγένετο ‹ναὶ› καὶ ‹οὔ.› Ἀλλά, ‹ναὶ› ἐν αὐτῷ γέγονεν,

20 ὅσαι γὰρ ἐπαγγελίαιΘεοῦ, ἐν αὐτῷ τὸ‹ναί›· καὶ ἐν αὐτῷτὸ‹ἀμήν›, τῷ Θεῷ πρὸς δόξαν δι᾿ἡμῶν.

21 Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖνεἰς Χριστόν, καὶ χρίσας ἡμᾶς, Θεός,

22 ὁκαὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνατοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

23 Ἐγὼ δέ, μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι, ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.

24 (Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.)

Ler em outra tradução

Comparar lado a lado