1 Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν.
2 Ἀλλά,προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἐν πολλῷ ἀγῶνι.
3 Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτεἐν δόλῳ,
4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ τῷΘεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
5 Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας (Θεὸς μάρτυς),
6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν (οὔτε ἀφ᾿ ὑμῶν οὔτε ἀπὸἄλλων)—δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι,
7 ἀλλ᾿ἐγενήθημεν ἤπιοιἐν μέσῳ ὑμῶν, ὡς ἂντροφὸς θάλπῃτὰ ἑαυτῆς τέκνα.
8 Οὕτως ἱμειρόμενοιὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖνγεγένησθε.
9 Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπονἡμῶν καὶ τὸν μόχθον,νυκτὸς γὰρκαὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ.
10 Ὑμεῖς μάρτυρες, καὶ ὁ Θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν·
11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι,
12 καὶ μαρτυρόμενοιεἰς τὸ περιπατῆσαιὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
13 Διὰτοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾿ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλά, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
14 Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων
15 (τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίουςπροφήτας, καὶ ἡμᾶςἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν—εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασεν δὲ ἐπ᾿ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος).
17 Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ᾿ ὑμῶν πρὸς καιρὸν ὥρας (προσώπῳ, οὐ καρδίᾳ) περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν, ἐν πολλῇ ἐπιθυμίᾳ.
18 (Διὸἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς—ἐγὼ μέν, Παῦλος, καὶ ἅπαξ καὶ δίς—καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.)
19 Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦἐν τῇ αὐτοῦ παρουσίᾳ;
20 Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡχαρά.