1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας,ὑπὲρ πάντων ἀνθρώπων
2 —ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμονκαὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
3 Τοῦτο γὰρκαλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ,
4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5 Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων—ἄνθρωπος—Χριστὸς Ἰησοῦς,
6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων (τὸ μαρτύριον καιροῖς ἰδίοις),
7 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος—ἀλήθειαν λέγω ἐν Χριστῷ,οὐ ψεύδομαι—διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
9 Ὡσαύτως καὶ τὰςγυναῖκας, ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς· μὴ ἐν πλέγμασιν ἢχρυσῷἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ,
10 ἀλλ᾿, ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν.
11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω, ἐν πάσῃ ὑποταγῇ.
12 Γυναικὶ δὲ διδάσκεινοὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾿ εἶναι ἐν ἡσυχίᾳ.
13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα.
14 Καὶ Ἀδὰμ οὐκ ἠπατήθη· ἡ δὲ γυνή, ἀπατηθεῖσα,ἐν παραβάσει γέγονεν.
15 Σωθήσεται δὲ διὰ τῆς Τεκνογονίας—ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ, μετὰ σωφροσύνης.