1 Coríntios 5

GRC_F35

1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται—ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.

2 Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.

3 Ἐγὼ μὲν γάρ, ὡςἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα, ὡς παρών, τὸν οὕτως τοῦτο κατεργασάμενον·

4 ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶνἸησοῦ Χριστοῦ,συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.

6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;

7 Ἐκκαθάρατε οὖντὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε, ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶνἐτύθη, Χριστός.

8 Ὥστε ἑορτάζωμεν,μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἱλικρινείαςκαὶ ἀληθείας.

9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαιπόρνοις

10 —καὶοὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετεἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.

11 Νυνὶδὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖπόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος,ἢ μέθυσος, ἢ ἅρπαξ—τῷ τοιούτῳ μηδὲ συνεσθίειν.

12 Τί γάρ μοι καὶτοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;

13 Τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ,καὶἐξαρεῖτετὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Ler em outra tradução

Comparar lado a lado