1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾿ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλωνὑμῖν τὸ μαρτύριοντοῦ Θεοῦ.
2 Οὐ γὰρ ἔκρινα τοῦεἰδέναι τιἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον.
3 Καί, ἐγὼἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.
4 Καί, ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖςἀνθρωπίνηςσοφίας λόγοις,ἀλλ᾿ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως,
5 ἵνα ἡ πίστις ὑμῶνμὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾿ ἐν δυνάμει Θεοῦ.
6 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων·
7 ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν,
8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν (εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν).
9 Ἀλλὰ καθὼς γέγραπται· «Ἃ ὀφθαλμὸς οὐκ εἶδενκαὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.»
10 Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψενδιὰ τοῦ Πνεύματος αὐτοῦ·τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ,καὶ τὰ βάθη τοῦ Θεοῦ.
11 Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδενεἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.
12 Ἡμεῖς δὲ οὐ τὸ πνεῦματοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεντὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν·
13 ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς Πνεύματος Ἁγίου,πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
14 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν· καί, οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.
15 Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲνπάντα, αὐτὸς δὲ ὑπ᾿ οὐδενὸς ἀνακρίνεται.
16 «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν;» Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.